Zouke, Anagnostikon: 71. Ἰάσων καὶ Μήδεια



    Μετὰ τὸν διὰ τῶν Συμπληγάδων πλοῦν οἱ Ἀργοναῦται ἀναπεταννύασι  τὰ ἱστία (lat. vela dant) καὶ διαπλεύσαντες τὸν πόντον εἰς Κολχικὴν γῆν ἀφικνοῦνται. ᾽Εν τῷ πλῷ ἐπερρώννυσαν (ἐπιρρώννυμι < ῥώμη) ἀλλήλους καὶ ὤμοσαν (ὄμνυμι) βοηθήσειν παντὶ τρόπῳ τῷ ᾽Ιάσονι. Καθορμισθείσης (< ὅρμος) δὲ τῆς νεὼς ἧκεν ᾽Ιάσων πρὸς Αἰήτην καὶ ἔλεγεν αὐτῷ· «Πελίας, ὁ τῆς Φθίας* βασιλεύς, ἐπέταξέ μοι τὸ χρυσόμαλλον δέρας αὐτῷ κομίσασθαι· ἐὰν τοῦτο μὴ φέρω αὐτῷ, ἀπολοῦμαι (ἀπόλλῠμαι· ἀποθνῄσκω)».
    * Φθία· πόλις τῆς Θεσσαλίας

ὅρμος



    Αἰήτης δὲ δείκνυσι τοὺς χαλκ-όδοντας ταύρους καὶ λέγει αὐτῷ· «Ζεύγνυ τούτους καί, ἐὰν καταζεύξῃς αὐτούς, παρέξω σοι τὸ δέρας». ῏Ησαν δ’ οὗτοι ἄγριοι ταῦροι, οὔς χαλεπῶς  ἄν τις ζευγνύοι, τὸ δ’ ἐκ τοῦ στόματος ἐκπεμπόμενον πῦρ οὐδέποτε κατεσβέννυτο (σϐέννυμι ↔ καίω). Τούτους δὲ καταζεύξας ἔμελλε σπείρειν δράκοντος ὀδόντας, ἐξ ὧν δράκοντες ἀναδύσονται  ἐπ᾽ αὐτόν.

    Ταῦτα ἀκούσας Ἰάσων ἠπόρει, πῶς ἂν τοὺς ταύρους ζευγνύοι. Μήδεια δ’ ἡ τοῦ Αἰήτου θυγάτηρ προσελθοῦσα ὑπέσχετο (ὑπισχνέομαι : πίστιν δοὺς ἐπαγγέλλω ποιήσειν τι) δείξειν αὐτῷ, πῶς ἂν οἱ ταῦροι ζευγνύοιντο, ἐὰν ὀμόσῃ αὐτὴν ἄξειν γυναῖκα καὶ εἰς τὴν ῾Ελλάδα σύμπλουν ἀγάγηται (ἄγω)· Ὁ δ’ ὤμοσε ποιήσειν τοῦτο, ἐὰν τοὺς ταύρους καταζεύξῃ. 

    ᾽Εκ τούτου Μήδεια παρέσχε φάρμακον, δι’ οὗ τὴν ἀσπίδα, τὸ δόρυ καὶ τὸ σῶμα ἐκέλευσε χρῖσαι (χρίω· ἀλείφω)· οὕτω δ’ ἔμελλεν οὔθ’ ὑπὸ πυρὸς οὔθ’ ὑπὸ σιδήρου ἀδικήσεσθαι (· βλάπτομαι).

    ᾽Εκ τούτου ᾽Ιάσων ἐπιρρώννυται καὶ χρισάμενος τῷ φαρμάκῳ παραγίγνεται εἰς τὸ ἄλσος (· ὁ σύνδενδρος τόπος) καὶ ἐνταῦθα τοὺς ταύρους καταζεύγνυσιν. Οἱ δ’ ἐζευγμένοι τὴν γῆν ἤρουν (ἀρόω)· ἐκ τῶν σπειρομένων δ’ ὀδόντων ἀνεδύοντο ἐπ’ αὐτὸν δράκοντες καθωπλισμένοι (< καθ-οπλίζω), οὓς ᾽Ιάσων ἀπέκτεινεν· ἔβαλλε γάρ, ὡς Μήδεια ἔλεξεν αὐτῷ, ἀφανὴς (↔ φανερός) ἄποθεν (· ἀπὸ μακράν) λίθους ἐπ’ αὐτούς. Οἱ δὲ περὶ τούτων μαχόμενοι πρὸς ἀλλήλους ἀπέθνῃσκον ὑπὸ ᾽Ιάσονος.

    ᾽Επεὶ δ’ Αἰήτης οὐ παρεῖχε τὸ δέρας, εἰ καὶ οἱ ταῦροι κατεζευγμένοι ἦσαν, ἡ Μήδεια κατακοιμίσασα (κατακοιμάω: ποιῶ καθεύδειν) τὸν δράκοντα τὸ δέρας ἀφείλετο (ἀπὸ + αἱρέω) καὶ μετὰ τοῦ ᾽Ιάσονος εἰς ᾽Αργὼ ἧκον, ἐφ’ ἧς φερόμενοι εἰς ῾Ελλάδα ἀφίκοντο.

Colchian Dragon, Golden Fleece, Jason and Athena, Athenian red-figure krater C5th B.C., Metropolitan Museum of Art


Jason and the Golden Fleece, Apulian red-figure vase C4th B.C., Naples National Archaeological Museum





No hay comentarios:

Publicar un comentario