Zouke, Anagnostikon: 57. Πολιτεία Πεισιστράτου

    Πεισίστρατος, ὅτε ἐγκρατὴς τῆς ἀρχῆς ἐγένετο, μετεπέμψατο (μεταπέμπω: παρακαλέω) εἰς Ἀθήνας τοὺς ἀγρότας καὶ ἐν ἀγορᾷ τάδε πρὸς τούτους ἔλεξεν· «Ἄνδρες πολῖται, καθ’ ἡμέραν εἰς τὴν ἐκκλησίαν ἐρχόμενοι ἀλλήλοις μάχεσθε καὶ οὐδὲν ὑμᾶς αὐτοὺς ὠφελεῖτε. Διαλύσαντες τὰς πρὸς ἀλλήλους ἔχθρας διαλλάξασθε (διαλλάττω· φίλους ποιέω) ἀλλήλοις καὶ παύσασθε ἐρχόμενοι εἰς Ἀθήνας. ῞Εκαστος παρεχέτω ἑαυτὸν ἐν τοῖς ἀγροῖς δίκαιον τοῖς ἄλλοις. Μηδέποτε δ’ ἄεργοι (· ἀ-ἐργός) μένετε· οἱ γὰρ ἄεργοι ἐχθροὶ ἑαυτοῖς εἰσι καὶ δούλους τῶν παθῶν ἑαυτοὺς ποιοῦσιν. ᾽Εγὼ δὲ φιλῶν ὑμᾶς ὡς ἐμαυτὸν ἐπιμελήσομαι (ἐπιμελοῦμαι· προθυμοῦμαι· πάντα ποιῶ ὅπως τι γενήσεται) ὑμῶν βέλτιον ἢ ὑμεῖς ὑμῶν αὐτῶν. Κηδόμενος γὰρ ὑμῶν κήδομαι (· φροντίζω, βοηθέω, ἐπιλεμοῦμαι) ἐμαυτοῦ. Οὕτω δὲ φίλον ὑμῖν καὶ τῇ πατρίδι ποιήσω ἐμαυτόν, ὥστε οὐδὲν ὑμᾶς ἐπιλείψει (ἐπιλείπω· ἐνδέω, lat. deficio)· εἰ δ’ ἀπορήσετε (ἀπορέω· ἐν ἀπόροις εἰμι) σπερμάτων, εὐθὺς ταῦτα ἕξετε (τοῦτ’ ἔστιν, παρέξετε) παρ’ ἐμοῦ».


Resultado de imagen de pisístrato
Πεισίστρατος τύραννος τῶν Ἀθηναιῶν
     Οἱ ἀγρόται ἀκούσαντες ταῦτα ἥσθησαν (< ἥδομαι) καὶ εἶπον· «᾽Επειδὴ καὶ ἡμεῖς κηδόμεθα ἡμῶν αὐτῶν, πεισόμεθά σοι. ᾽Εὰν σὺ φιλῇς ἡμᾶς καὶ δίκαιον σαυτὸν παρέχης, χάριν σοι ἕξομεν. Οὕτω πράττων σαυτῷ ὑπουργεῖς· εὐχόμεθα δὲ τῷ θεῷ συμπρᾶξαί (συμπράττω· βοηθέω) σοι».

    ᾽Εκ τούτου οἱ μὲν ἀγρόται ἐν τοῖς ἀγροῖς διέτριβον, Πεισίστρατος δὲ διῴκησε (< διοικέω· ἄρχω) τὰς Ἀθήνας σωφρόνως καὶ συμφερόντως ἑαυτῷ τε καὶ τοῖς πολίταις.

No hay comentarios:

Publicar un comentario