N.J. Stoffel, ἐπίτομη τῆς καινὴς διαθήκης: ἡ γένεσις τοῦ ᾿Ιησοῦ

8. Ὅτε ἡ Μαρία πάλιν ἦλθεν εἰς Ναζαρέτ, ὁ ἄγγελος τοῦ Κυρίου κατ’ ὄναρ (ὄναρ, lat. somnium; ὕπνος, lat. somnus) ἐφάνη τῷ Ἰωσὴφ λέγων· 
   «Ἰωσήφ, υἱὸς Δαβίδ, μὴ φοβηθῇς παραλαβεῖν Μαρίαν, τὴν γυναῖκά σου· τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ Πνεύματός ἐστιν Ἀγίου. Γεννήσει δὲ υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν· οὗτος γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν».

Ἐγερθεὶς δὲ ὁ Ἰωσὴφ ἀπὸ τοῦ ὕπνου ἑποίησεν ὡς προσέταξεν αὐτῴ ὁ ἄγγελος τοῦ Κυρίου καὶ παρέλαβε τὴν Μαρίαν πρὸς ἑαυτόν.


9. Ἐν ταῖς ἡμέραις ἐκείναις ἐξῆλθε δόγμα παρὰ Καίσαρος Αὐγούστου, τοῦ πρώτου τῶν Ῥωμαίων αὐτοκράτορος, ἀπογράφεσθαι πάντας τοὺς πολίτας, ἕκαστον ἐν τῇ ἰδίᾳ πόλει.


Ὁ Ἰωσὴφ οὖν, ὅτι ἦν ἐξ οἴκου καὶ πατριᾶς Δαθίδ, ἐπορεύετο σὺν Μαρίᾳ ἐκ τῆς πόλεως Ναζαρὲτ εἰς τὴν πόλιν τοῦ Δαβίδ, ἣ ἐκαλεῖτο Βηθλεέμ.


Ἐκεῖ ἡ Μαρία ἐγέννησεν υἱὸν καὶ σπαργανώσασα αὐτὸν ἀνέκλινεν ἐν φάτνῃ, διότι οὐκ ἦν αὐτοῖς τόπος ἐν τῷ καταλύματι.


Resultado de imagen de icono nacimiento de jesús


10. Ἐν τῇ αὐτῇ χώρᾳ ἦσαν ποιμένες φυλάσσοντες τὰ ποίμνια τῆς νυκτός. Καὶ, ἰδού, ὁ ἄγγελος τοῦ Κυρίου ἐφαίνετο αὐτοῖς καὶ εἶπεν·  

   «Μὴ φοβεῖσθε, εὐαγγελίζομαι γὰρ ἡμῖν χαρὰν μεγάλην, ἣ ἔσται παντὶ τῷ λαῷ.
   Σήμερον γὰρ ἐγεννήθη ὁ Σωτήρ, ὅς ἐστι Χριστὸς Κύριος ἐν πόλει Δαβίδ , καὶ τοῦτο ὑμῖν τὸ σημεῖον· εὑρήσετε τὸ βρέφος ἐσπαργανωμένον καὶ κείμενον ἐν φάτνῃ».

Καὶ ἐξαίφνης ἐγένετο σὺν τῷ ἀγγέλῳ πλῆθος στρατιᾶς οὐρανίου αἰνούντων τὸν Θεὸν καὶ λεγόντων· Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ τῆς γῆς εἰρήνη ἐν ἀνθρώποις εὐδοκίας.


11. Ὡς δὲ οἱ ἄγγελοι ἀπῆλθον εἰς τὸν οὐρανόν, οἱ ποιμένες ἔλεγον πρὸς ἀλλήλους· «Ἔλθωμεν εἰς Βηθλεὲμ καὶ ἴδωμεν, ὃ ὁ Κύριος ἐγνώρισεν ἡμῖν».


Καὶ ἦλθον σπεύσαντες καὶ εὗρον τήν τε Μαρίαν καὶ τὸν Ἰωσὴφ καὶ τὸ βρέφος κείμενον ἐν τῇ φάτνῃ.


Τότε διεγνώρισαν τὰ ῥήματα τοῦ ἀγγέλου καὶ ὑπέστρεψαν δοξάζοντες καὶ αἰνοῦντες τὸν Θεόν. Πάντες δέ, οἱ ἀκούσαντες τοῦτο, ἐθαύμασαν.


Τῇ δὲ ὀγδόῃ (
· VIII) ἡμέρᾳ τὸ ὄνoμα τοῦ παιδίου ἐκλήθη Ἰησοῦς, ὥσπερ προσέταξεν ὁ ἄγγελος πρὸ τῆς γενεᾶς αὐτοῦ.

No hay comentarios:

Publicar un comentario