Zouke, Anagnostikon: 37. Εὐχὴ Καμβύσου πρὸς Κῦρον τὸν πρεσβύτερον


Κύρῳ ἄγοντι τὸν στρατὸν ἐπὶ στρατείαν ὁ πατὴρ ἤρχετο (< ἄρχω) λόγου· «῏Ω παῖ, εὐμενεῖς (εὐμενής· ἵλεως) σοι εἶεν οἱ θεοὶ καὶ ἄγοιέν σε ἐπὶ τὴν στρατείαν εὐμενῶς καὶ ἀεὶ πέμποιέν σοι οἰωνοὺς καλοὺς (lat. auspicia secunda) καὶ γιγνώσκεις τὰ οὐράνια σημεῖα. Ταῦτα δὲ γιγνώσκων πράττοις τὰ ἄριστα καὶ μηδέποτε (· οὐδέποτε) ἔνδεια (lat. egestas)  μάντεων εἴη σοι». 



Κῦρος ὁ βασιλεὺς Περσῶν


Κῦρος δ’ ἀποκρίνεται· « Εἴθ’ ἐθέλοιεν οἱ θεοὶ εὐμενεῖς ἡμῖν εἶναι καὶ συμβουλεύοιεν τοῖς σημείοις τὰ ἄριστα. Καὶ ὑμεῖς δ’ ὑγιαίνοιτε καὶ εὖ πράττοιτε μέχρι τῆς ἐπανόδου ἡμῶν. Εἴθε (lat. utinam) δὲ σημαίνοιεν διοσημίαις (διο-σημία
· θεῖον σημεῖον) οἱ θεοὶ ὑμῖν, ὅτε ἡμεῖς ἐπιτυγχάνομεν ».

Ταῦτα τοὺς θεοὺς ἐπηύχοντο γιγνώσκοντες ὅτι ἀνάγκη τοὺς ἀνθρώπους ἐπιμέλεσθαι τῶν θεῶν, ὅταν εὖ πράττωσι καὶ μή, ὅταν ἐν ἀπόρῳ ὦσιν.


——————  


- ὁ μάντις προορᾷ τὸ μέλλον · μαντεύεται οὖν


- ὑγίαινε! Bene valeas!
- ἐν ἀπορίᾳ εἰμί: οὐκ ἔχω πόρον οὔτε μηχανήν, ᾗτινι χρήσομαι.

No hay comentarios:

Publicar un comentario