lunes, 24 de abril de 2017

Zouke, Anagnostikon: 29. ῾Ερμῆς


῾Ερμῆς ἐν σπαργάνοις (σπάργανον: lat. fascia, qua infans involvitur) ἔτι ὢν εἰς Πιερίαν παραγίγνεται κλέψων τὰς βοσκούσας (< βόσκω) ἐνταῦθα βοῦς τοῦ Ἀπόλλωνος. Κομίσας δ’ αὐτὰς εἰς τὴν πόρρω εὑρισκομένην Πύλον ἐν σπηλαίῳ (cfr. ‘espeleología’) ἀπέκρυψεν. ᾽Εκεῖθεν (: ἀπ’ ἐκείνου τοῦ τόπου) εἰς Κυλλήνην ᾤχετο (< οἴχομαι), ἔνθα εὑρίσκει πρὸ ἄντρου (ἄντρον: σπήλαιον) χελώνην νεμομένην (< νέμω: βόσκω). ᾽Εθέλων δὲ κατασκευάσαι λύραν ἐκ τοῦ περιβάλλοντος τὴν χελώνην κύτους (: caparazón’) ἐφόνευσε αὐτήν.

Ἀπόλλων δ’ εἰς Κυλλήνην ἔρχεται καὶ τοὺς ἐνταῦθα διαμένοντας ἀνακρίνων (: ἐρωτῶν) πυνθάνεται (: αἰτεῖ), εἰ τὸν κλέψαντα τὰς βοῦς γιγνώσκουσιν, ἐπαγγελλόμενος (: ὑπισχνούμενος) τῷ μηνύσοντι (μηνύω τινά:
‘indicar’, ‘revelar’; ‘acusar’) τὰς βοῦς χάριν ἕξειν. Οὗτοι δὲ λέγουσιν ὡς οὐκ ἐγίγνωσκον τὸν ἡρπακότα (< ἁρπάζω) ταύτας. Ἀπόλλων δὲ μανθάνει τὸν κεκλοφότα ἐκ τῆς μαντικῆς. Εὐθὺς δὲ πρὸς τὴν Μαῖαν μητέρα οὖσαν τοῦ ῾Ερμοῦ παραγίγνεται καὶ τὸν παῖδα μηνύει. ῾Η δὲ δεικνύει τοῦτον ἐν σπαργάνοις ὄντα.

Ἀπόλλων δ’ ὅμως οὐ πιστεύσας τῇ μητρὶ ἐκόμισε τὸν παῖδα εἰς τοὺς θεούς. ᾽Επεὶ δὲ οἱ θεοὶ ἐκέλευσαν
[αὐτὸν], ἔλεγε τῷ ὄντι κεκλοφέναι τὰς βοῦς καὶ κεκρυφέναι ταύτας ἐν σπηλαίῳ. ῎Ερχεται οὖν Ἀπόλλων εἰς Κυλλήνην καὶ εὑρίσκει τὰς βοῦς. Ἀκούσας δὲ ἐνταῦθα τῆς λύρας χαρίζεται (: δωρεὰν δίδωσιν) αὐτῷ τὰς βοῦς καὶ διδάσκει [αὐτὸν] τὴν μαντικήν. Ζεὺς δὲ τὸν ῾Ερμῆν κήρυκα τῶν ὑποχθονίων (: οἱ κάτω) θεῶν ἀναγορεύει.

Resultado de imagen de hermes y la lira

No hay comentarios:

Publicar un comentario