Blackie, Colloquia Graeca. XIV: Optativo


ὁ φίλος μου συνεβούλευσὲ μοι πηδᾷν εἰς τὸ ὕδωρ, 
ὅπως κυνὸς δίκην (: ὡς κύων) μάθοιμι τὸ νήχεσθαι· 
ἐγὼ δὲ οὐκ ἐς τοσοῦτο ἥκω μωρίας.

εὖ λέγεις· ὁμολογῶ σοι τερπνότερον μὲν εἶναι τὸ ὀρχεῖσθαι, χρησιμώτερον δέ ποτε τὸ νήχεσθαι ἔν γε τῇ ναυαγίᾳ. 


Resultado de imagen de naufragio
ἡ ναυαγία

τῶν γνωρίμων τῶν ἐμῶν τις εἶπε ὅτι ἀσκοί (=μελετάω: ποιῶ τι πολλάκις, ἵνα ἔμπειρος γίγνωμαι) τὸ νήχεσθαι, 
ἵνα διαφεῦγοι τοὺς κινδύνους τῆς θαλάσσης.

σοφὸς ἐκεῖνος.

ἀσπῖς τῶν σοφῶν ἡ πρόνοια.

ἀκούσας ᾄδοντος τοῦ ἀλεκτρυόνος εὐθὺς ἀπέσεισα (< ἀποσείω) τὸν ὕπνον
καὶ ἀπέδραμον ὡς τάχιστα ἵνα μὴ ὑστεροῖμι (↔ προτερέω) τῶν ἀγώνων. 


Resultado de imagen de gallo cantando
ὁ ἀλεκτρυών ᾄδει

ἐγὼ δὲ ἄνευ τῆς χλαίνης ἀπέδραμον ἴνα μὴ τοῦ λαμπροῦ θεάματος ἀστοχοῖμι (: ἁμαρτάνω).

ἐκεῖ δὲ τί εἶδες;

θύλακον μέγαν εἶδον ὑδρογόνῳ οἰδοῦντα ἀέρι.


Resultado de imagen de balloon
μέγας θύλακος οἰδεῖ ὑδρογόνῳ ἀέρι.

καὶ ἄνδρα ἔντοσθεν ἀεροβατοῦντα
ἵνα γε προσχάνοι αὐτῷ πολὺς ὄχλος (
: μέγα πλῆθος)
Resultado de imagen de open mouthed stare
προσχάσκουσιν οἱ ἄνθρωποι
ὡς ἐπισκεψαμένῳ δῆθεν τὸν ἄνδρα τὸν ἐν τῇ σελήνῃ.

μωρὸς μωρὸν θαυμάζει.

καταβαίνοντα αὐτὸν σφοδρότερος αἰφνιδίως ἁρπάσας ἄνεμος

παρήνεγκε εἰς τὸ κωδωνοστάσιον τοῦ μεγάλου ἱεροῦ τῶν ἔπισκοπικῶν, 



Resultado de imagen de campanario + gallo
τὸ κωδωνοστάσιον
καὶ ὁ ἀλεκτρυὼν ὁ ἐν τῷ ἄκρῳ διεκὲντησε τὰ ἐντόσθια.

ὦ τοῦ δειλαίου.

ὦ τοῦ ἄφρονος· δίκαια ἔπαθεν· 

ἀεροβατεῖν δεῖ τὰς ὄρνιθας τὸν αἰθέρα, οὐ τοὺς ἀνθρώπους.